Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 58-10
Not analysed yet
Επειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθεσίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, μένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι’ ἧς εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὼ ἐπιτηδεύματα αὐ- τῶν ἐξώσθησαν. “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, “θησαυρίζουσιν ἑαυτοῖς κακά.”