Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 59-9
Not analysed yet
Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοι- μὲν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ’ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Εκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς.