Ancient Greek · ~5 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 58-7
Not analysed yet
Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μῆ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστίνων. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἢ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πὼς μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραΐμ, ἤτοι τοὺς ἐν τῆ Σαμαρείᾳ· γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοούμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον.