Ancient Greek · ~2 min
59 to 61
Cyrillus Theol., In XII Prophetas 59-6-61
Not analysed yet
Καλὴ τοιγαροῦν ἢ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς. Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· ποιῶν πάντα κω μετασκευάζων, κὼ ἐκτρέπων εἰς τὸ πρωΐ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ἵδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐμ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῶ. ὁ συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐΜ ὀχύρωμα ἐπάγων.