Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 59
Not analysed yet
Καταμισθοῦται μὲν οὖν τὸ γύναιον ὁ προφήτης, καθίζει δὲ οἴκοι, καὶ τῆς ἐν ἔθει φαυλότητος ἀποσχέσθαι κελεύει, καὶ τῶν τῆς μοιχείας καταλῆξαι μολυσμῶν· ἐπαγγέλλεταί γε μὴν σωφρονεῖν ἑλομένῃ καὶ εἰς αὐτὸν μόνον ᾑρημένῃ ὁρᾶν, ἐπ᾿ αὐτῇ καὶ αὐτὸς ἔσεσθαι, τουτέστιν, οἰκειώσασθαι γαμικῶς, καὶ ἓν ἔσεσθαι πρὸς αὐτὴν, “Ἔσονται γάρ φησιν “οἱ δύο εἰς σάρκα μίαν.” καὶ τί τὸ αἴνιγμα; τὴν τῶν Ἰουδαίων πληθὺν, τὴν ἀπειθῆ καὶ κυριοκτόνον, τὴν μοιχαλίδα καὶ βέβηλον μετὰ τὸ ἀναφοιτῆσαι χριοτὸν εἰς τοὺς οὐρανοὺς καθίζει Θεὸς, ἄνανδρον μέν· πλὴν εἰ μὴ πορνεύσειεν ἔτι, τουτέστιν, εἰ μὴ βαδίζοι πάλιν πρὸς τὸ δεῖν ἑλέσθαι τιμᾶν θεοὺς ἀλλοτρίους, ἑαυτῷ συνάψειν κατὰ καιροὺς ἐπαγγέλλεται, τῆς τῶν ἐθνῶν δηλονότι πληθύος προεισκεκριμένης. τέθειντο γὰρ εἰς νῶτον οἱ ἐξ Ἰσραήλ, τουτέστι, παρακολύθημα καὶ ὀπίσω καὶ ἐν τοῖς ἐσχάτοις. ἐπιτήρει δὲ, ὅπως σύνοδος μὲν γαμικὴ τῷ προφήτῃ πρὸς τὴν μοιχαλίδα καὶ πονηρὰν οὐ γέγονεν ὅλως, ὑπόσχεσις δὲ τοῦ πράγματος μετὰ πολλὰς ἡημέρας, εἰ μὴ ἀνδρὶ γένοιτο πάλιν ἑτέρῳ, τουτέστιν, εἰ ἀπόσχοιτο τῶν τῆς νοητῆς πορνείας ἐγκλημάτων καὶ μολυσμῶν. εἰσδέξεται γὰρ, ὡς ἔφην, κατὰ καιρεύς τὴν μοιχαλίδα πληθὺν ὁ ἐξ οὐρανοῦ νυμθίος οὐ λατρεύσασαν εἰδώλοις. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, μόνοις ἐστὶ τοῖς διὰ Μωυσέως προσκείμενος νόμοις ὁ Ἰσραὴλ σαθρῶς μέντοι λίαν καὶ κατημελημένως, πλὴν οὐκ ἀπονένευκεν εἰς τὸ ἑλέσθαι τιμᾶν τὰς τῶν δαιμονίων ψευδολατρείας. ἀλλὰ τίς ὁ τρόπος τῆς ζωῆς τῇ μεμοιχευμένῃ καὶ περιμενούσῃ κατὰ καιροὺς τοῦ προφήτου τὴν κοινωνίαν; ἢ ποῖα γέγονεν αὐτῇ τὰ μισθώματ; πεντεκαίδεκά φησιν ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου. διατετέλεκε γὰρ ὁ Ἰσραὴλ τὸν μεταξὺ τῆς ἐσχάτης αὐτοῦ κλήσεως χρόνον, ἀδοκίμῳ τρεφόμενος λόγῳ, καὶ διδασκαλίαις προσέχων ταῖς μυθικαῖς καὶ γραοπρεπέσιν ἀληθῶς ταῖς τῶν ἰδίων καθηγητῶν· γέγονε δὲ αὐτῷ κτηνοπρεπὴς ὁ βίος, καὶ ὁ νοῦς ἐν μέθῃ καὶ σκότῳ. τύπος δ᾿ ἂν εἴη καὶ μάλα σαφὴς, λόγου μὲν διδασκαλικοῦ εἰρημένον, “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,” καὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τῷ πονηρῷ καὶ ὀκνηρῷ δούλῳ δικαίως ἐπιτιμῶντος καὶ λέγοντος “Ἔδει σε βαλεῖν τὸ ἀργύριόν “μου τοῖς τραπεζίταις.” οὐκοῦν τὸ ἀργύριον εἰς τὸν τῶν διδασκόντων ἐκδέξῃ λόγον.