Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 60
Not analysed yet
Εἰ δὲ δή τις ἕλοιτο καὶ εἰς αὐτὸν τὸν διὰ Μωυσέως ἀνοίσειν νόμον, πεντεκαίδεκα εἶναι φήσει, ἢ ὅτι τέλειός τε ὁμοῦ καὶ ἀτελὴς ὁ νόμος· καὶ τέλειος μὲν, εἰ νοοῖτο πνευματικῶς· λαλεῖ γὰρ ἡμῖν τοῦ χριστοῦ μυστήριον· ἀτελὴς δὲ αὖ, εἰ μέχρις ἴοι τοῦ γράμματος τῶν παιδαγωγουμένων ὁ νοῦς. οἱονεὶ γάρ πως ἐν ἡμίσει γνώσεως τῆς ἱστορίας τὸ πάχος. σύμβολον δὲ τελειότητος ὁ δέκα ἐστὶν ἀριθμὸς, παντέλειος ὢν, κατά γε τὸ “Ἔσο ἐπάνω δέκα πόλεων,” καὶ τὸ “Ὧ μὲν ἔδωκε δέκα τά- “λαντα·” τοῦ δὲ μὴ οὕτως ἔχοντος, νοοῖτ᾿ ἂν ὁ πέντε· καὶ γὰρ, ὡς ἔφην, ἐν ἡμίσει τῶν δέκα. ἢ καὶ καθ᾿ ἕτερον τρόπον τοῖς εἰρημένοις προσβαλεῖς. ὁ δέκα καὶ πέντε ἀριθμὸς περιεκτικός ἐστι τῶν ἑπτὰ, καὶ μέντοι καὶ τῶν ὀκτώ. σημαίνεται δέ πως ἀεὶ παρά γε τῇ θεοπνεύστῳ γραφῇ, διὰ μὲν τοῦ ἑπτὰ σύμπας ὁ τοῦ νόμου καιρὸς μέχρι τῶν ἁγίων προφητῶν, διὰ τὸν ἐν ἑβδόμῃ σαββατισμὸν, διὰ δὲ τοῦ ὀκτὼ πάλιν ὁ τῆς νέας διαθήκης, καθ᾿ ἢν ἡ ἀνάστασις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γενομένη κατὰ τὴν ὀγδόην. καὶ τοῦτο οἶμαι δηλοῦν τὸ αἰνιγματωδῶς εἰρημένον, “Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε “τοῖς ὀκτώ,” τουτέστι τόπον ἐχέτωσαν παρὰ σοὶ, νόμος τε καὶ οἱ μετ᾿ αὐτὸν προφῆται, τὸν ἐν ἑβδόμῃ τιμῶντες σαββατισμόν· ἐχέτωσαν δὲ καὶ οἱ ὀκτὼ, τουτέστιν οἱ μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν Ἀπόστολί τε καὶ Εὐαγγελισταί. συμβαίνει δὲ τούτῳ καὶ τὸ διὰ φωνῆς προφήτου πλαγίως ὑποδηλούμενον, “Καὶ ἐγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ “ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων.” ἐπιλάμψαντος γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡμῶν χριστοῦ, κατεξανέστησαν τρόπον τινὰ τοῦ παραλύσαντος ἡμᾶς σατανᾶ νομικά τε καὶ προφητικὰ κηρύγματα, ἡ ἀποστολική τε παίδευσις. διὰ γάρ τοι τούτων κατεδήχθη τρόπον τινὰ καὶ σεσύληται. καὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν διηρπάσθη τὰ σκεύη αὐτοῦ, τῆς ὑπ᾿ αὐτῷ δουλείας ἐκπεφοιτηκότων τῶν πεπλανημένων ποτὲ, καὶ τὸν φύσει καὶ ἀληθῶς θεὸν καὶ τῶν ὅλων δεσπότην ἐπεγνωκότων. οὐκοῦν ἐπανέστησαν μὲν αὐτῷ “ποιμένες ἐπιδημίας, καὶ οἱ μετὰ τὴν ὀγδόην, διὰ νομικῶν τε καὶ νέων γραμμάτων καλοῦντες εἰς σωτηρίαν τοὺς πετλανημένους. Διατετέλεκε τοίνυν ὁ Ἰσραὴλ, ὡς ἔφην, ταῖς ἀδοκίμοις τῶν ἰδίων διδασκάλων φωναῖς, ἤτοι ψιλῷ τῷ νομικῷ τρεφόμενος γράμματι, καίτοι περιέχοντι καὶ τὰ τῆς ὀγδόης, τουτέστι, τὰ Χριστοῦ μυστήρια. ὅτι δὲ καὶ κτηνοπρεπὴς ὁ βίος αὐτῷ, καὶ πρὸς μόνα τὰ σαρκικὰ διανένευκεν, ὑποφήνειεν ἂν εὗ μάλα, τὸ κριθὴν δεδόσθαι τῇ μοιχαλίδι πρὸς τροφήν. κτηνοπρεπὲς γὰρ τὸ ἔδεσμα, μέθης δ᾿ ἂν γένοιτο σημεῖον ὁ οἶνος. εἴρηται δὲ πρὸς αὐτοὺς, “Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνὴτε· “καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.” ταῦτα δέ ἐστι Μεθυόντων πάθη, καὶ κραιπαλούντων ἐγκλήματα, τὸ μήτε ὁρᾶν ὁρῶντας, μήτε ἀκούοντας συνιέναι δύνασθαί τι· πεπαχυμένην δὲ ὥσπερ, καὶ πωρώσεως μεμεστωμένην τὴν διάνοιαν ἔχειν.