Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 59-5
Not analysed yet
Χαναὰν ὠνόμασε τὸν Ἐφραΐμ, ὡς ἔφην, ἀπελέγχων ἐναργῶς, ὡς εἴη μεμισηκὼς ἐλεός τε καὶ κρῖμα, ἀνθῃρημένος δὲ μᾶλλον τὴν πλεονεξίαν καὶ τὴν ἀνισότητα καὶ πᾶν εἶδος ἀδικίας. ἀλλ’ ἰδοὺ δὴ πάλιν πειρᾶται δεικνύειν, ὡς μὴ μόνον γεγονότα τὰ εἰς ἀνθρώπους τοιοῦτον, ἀλλὰ γὰρ καὶ τὸ ἐγγίζειν Θεῷ διὰ πραγμάτων αὐτῶν παραιτούμενον. αἰτιᾶται δὴ οὖν, ὡς ἠγνοηκότα τὸν Λυτρωτὴν, ὡς ταῖς ἀπονοίαις περιυβρίσαντα τὸν ἐξ οἴκου δουλείας ἐκκεκομικότα σημείοις τε καὶ τέρασι, καὶ ἐν δυνάμει μεγάλη, καὶ ἐν βραχίονι ὑψηλῷ. ἐγὼ γάρ φησιν ἀνήγαγον ὑμῶς ἐξ Αἰγύπτου. ἐν δὲ τῷ ἀνήγαγον εἰπεῖν, ἀποφέρει πρὸς ἀνάμνησιν τῶν ἐπ’ αὐτοῖς γενομένων, ἄχρις ἂν εἰσελάσωσιν εἰς τὴν γῆν τὴν τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένην. μυρία δὲ ὅσα ταυτὶ, καὶ παντὸς ἐπέκεινα θαύματος. ὅτι δὲ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπιλανθάνεσθαι τούτων, παρέδειξε προστιθείς Ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέρᾳ ἑορτῆς.