Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 60-5
Not analysed yet
Kαὶ τί δὴ τοῦτό ἐστι, πεύσῃ δὴ πάλιν. ὁ διὰ Μωυσέως προστέταχε νόμος, ἐν τῷ ἑβδόμῳ μηνὶ, τῆ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῆς σκηνοπηγίας τελεῖσθαι τὴν ἑορτήν. καὶ τίς ἡ τοῦδε πρόφασις, αὐτὸς ἡμῖν ὁ νομοθέτης διεσάφει, λέγων περὶ τῆς σκηνοπηγίας, ἐν τῷ Λευιτικῷ “Ἐν τῷ μηνὶ τῷ “ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ “ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν “σκηναῖς· ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς “κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς “ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ Θεὸς ὑμῶν.’ οὐκοῦν εἰς ἀνάμνησιν τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐτέλουν τὴν ἑορτήν. εἶτα πῶς ἂν δύναιο, φησὶν, ἐπιλανθάνεσθαί μου τοῦ ἐξαγαγόντος σε ἐξ Αἰγύπτου, γινόμενος ἔτι καὶ ὑπὸ σκηναῖς, καὶ πρόφασιν ἑορτῆς τὸ χρῆμα προσποιούμενος; ετι γὰρ κατοικιω σε ἐν σκηναις καθως ημερᾳ ἑορτῆς. τὸ κατοικιῶ σε φησὶν, ἀντὶ τοῦ κατοικίζω, ἤτοι ποιῶ κατοικεῖν ἐν σκηναῖς, ἐν ταῖς ἡμέραις τῆς ἐπὶ τούτοις ἑορτῆς. οὐκοῦν ἀπροφάσιτος ἱστὸς ἡ λήθη.