Ancient Greek · ~2 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 59-8
Not analysed yet
Προστήττει δὴ πάλιν τῇ κολοκύνθη Θεὸς, καθὰ καὶ τῶ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤῥεψε τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ’ αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγματι. αθρει δὴ οὑν κἀντεῦθεν τῆς ἐνούσης αὐτῶ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη ’δε αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόα.