Ancient Greek
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 60-8
Not analysed yet
Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμηδίας. ἄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ’ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ’ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ’ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων.