Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 6-15
Not analysed yet
Φαίη δ’ ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης αὐτοῖς, ἀλλ’ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν κὰρ “δίαν αὐτῶν κεῖται.” “Φάσκοντες Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- “ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.