Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 7-15
Not analysed yet
Tοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁράσεως νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον σκότος, “Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες “αὐτῶν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς “ἀπέθανε.”