Ancient Greek · ~7 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 60-10
Not analysed yet
Ἔφην ἤδη πλειστάκις, ὅτι σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐκ ἀπόλωλεν εἰσάπαν τὸ ἐξ Ἰακὼβ γένος. πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ ὀλίγοι τὸν ἀριθμὸν, καὶ τὴν διὰ πίστεως σωτηρίαν καὶ πρό γε τῶν ἄλλων, φημὶ δὴ τῶν ἐξ ἐθνῶν, πεπλουτήκασιν. ἀλλ᾿ ἐκ τούτου τοῦ καταλελειμμένου τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γενόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷάτινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν καύσωνα παραλύουσαν. ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκτῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον κατα- φλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθμένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρίτως ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ᾿ ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατα- τρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμένων τὸ εὐπειθές.