Ancient Greek · ~4 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 61-10
Not analysed yet
Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν τῆς Σαμαρείτιδος εὐπείθειαν ἰδίαν ὥσπερ καὶ αὐτῷ πρέπουσαν ἐποιεῖτο τροφήν. ἔφη γὰρ τοῖς ἁγίοις Ἀποστόλοις “Ἐγὼ “βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.” εἶτα τοῦτο δη- λῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω “τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾿ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται κατ᾿ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάχοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ.