Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 60-2
Not analysed yet
Tίνα μὲν τρόπον ἐξέστη Βενιαμὶν, ἀποδέδεικται σαφῶς. ἔφη γὰρ ὅτι γεγόνασιν “οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες “ὅρια. πῶς δὲ καὶ “Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο,” διερμηνευει πάλιν, ἐπειπών κατεδυνάστευσεν Εφραιμ τὸν αντιδικον αὐτοῦ. καὶ δοκεῖ πὼς ἐν ἤθει πεποιῆσθαι πρὸς ἡμᾶς νυνὶ ὁ λόγος. ποῖον οὖν ἄρα τὸ κατηγόρημα τῶν ἐκ φυλῆς Ἐφραΐμ, ἢ ποῖον ἀντίδικον τὸ θεῖον ἡμῖν χρησμῴδημά φησιν ὃν κατεδυνάστευσεν ὁ Ἐφραΐμ, διειπεῖν ὡς ἔνι πειράσομαι.