Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 61-2
Not analysed yet
Οἱ μὲν γὰρ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν αἰδῶ τινὰ καὶ λόγον ἔτι τῶν διὰ Μωυσέως ἐποιοῦντο νόμων, ἐπετήδευόν τε τὴν δικαιοσύνην. οὐ γὰρ πάντες ἐκκεκλίκασιν, ἀλλ’ ἦσαν οὐκ εὐαρίθμητοι κλαίοντές τε καὶ ὀλοφυρόμενοι τὴν τῶν πλανωμένων ἀπόστασιν, καὶ δυσχεραίνοντες οὐ μετρίως, ἐπείτοι τὸν τῶν ὅλων ἀτιμάζοντες Θεὸν τοὺς τῆς εἰδωλολατρείας τινὲς ἐπετήδευον τρόπους. καὶ γοῦν ὡς ὁ μακάριός φησι προφήτης Ἰεζεκιήλ, ἀπεστέλλοντο μέν τινες κατὰ τῆς Ιερουσαλὴμ, πελέκεις ἠρμένοι, ἤκουόν τε σαφῶς Θεοῦ λέγοντος ἕπεσθαι μὲν δεῖν τῷ τὸν ποδήρη διεζωσμένῳ, φείδεσθαι δὲ μηδενός. καὶ εἶδον γάρ φησι, “Καὶ ἰδοὺ ἓξ ἄνδρες “ἤρχοντο διὰ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ”ἑκάστῳ πέλυξ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ εἶπε τῷ ἀνδρί, φησι, “τῷ ἐζωσμένῳ τὸν ποδήρη Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, “καὶ δὸς τὸ σὴ μεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν κατα- “στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις ταῖς γινομέναις ἐν μέσω αὐτῆς. καὶ τούτοις εἶπεν ἀκούον- “τός μου Πορεύσεθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε “καὶ μὴ φείδεσθε καὶ μὴ ἐλεήσητε· καὶ πρεσβύτερον καὶ “νεανίσκον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλει- “ψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε.” ἀκούεις ὅτι κατεσημαίνοντό τινες ὡς ἔξω δίκης καὶ θυμοῦ καὶ ἁπάσης ὄντες αἰτίας, διάτοι τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ μὴν καὶ βιοῦν ἐννόμως, καὶ δικαιοσύνης ἅπτεσθαι, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀνεπιπλήκτως ἐρᾶν; ἐν δέ γε τῇ Σαμαρείᾳ ὁλοτρόπως ἐξώκειλεν ὁ Ἰσραὴλ, οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν μνήμης τάχα που τὰ Μωυσέως ἀξιῶν, μαχομένην δὲ ὥσπερ, καὶ εἰς ἅπαν αὐτοῖς ἀντιτεταγμένην ἐπιτηδεύων ζωὴν, ὡς καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν τοῦ Θεοῦ νόμον, ὅσον ἧκεν εἰπεῖν, ὡς μηδὲ εἰδέναι θέλειν αὐτὸν, ἀτιμάζειν δὲ τὸν παιδαγωγὸν, καίτοι σώζειν εἰδότα, καὶ ἀποκομίζειν εὖ μάλα δυνάμενον εἰς εὐθῆ τε καὶ ἀκατάσκωπτον ζωήν.