Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 60-6
Not analysed yet
Bάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμένουσ, ἀλλ’ οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν. ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοιτηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ’ ἂν καὶ ἐπέκεινα· φησὶ γάρ·