Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 61-4
Not analysed yet
Ἠλγηκέναι τὰς ῥίζας εἰπὼν τὸν Ἐφραΐμ, ἔσεσθαι δὲ καὶ ἄκαρπον καὶ ἐν ἴσῳ τοῖς μὴ τεκοῦσιν ὅλως, τῆς Ἀσσυρίων ἀγριότητος δαπανώσης τὰ γεννώμενα, δείκνυσιν ἀναγκαίως καὶ ἐν οἷς ἦν πάλαι, καὶ ὅτι γέγονεν εὔκαρπος, ὅτε τῆς ἐν νόμῳ ζωῆς μετεποιεῖτο σοφῶς. οἷα γάρ τις αμπελος καλὴ καὶ εὐκληματοῦσα τοῖς τῶν ἐθνῶν περιοίκοις ὁρώμενος, εἰκότως κατεθαυμάζετο. καὶ περὶ αὐτῆς που φησὶν ὁ μακάριος Δαυεὶδ ἐν βίβλῳ ψαλμῶν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ “κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν αὐτῆς. ἐξετεινε ἔτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποταμῶν 25 “τὰς παραφυάδας αὐτῆς.” πεφύτευτο μὲν γὰρ “ἐν κέρατι “καὶ ἐν τόπῳ πίονι, κατὰ τὴν τοῦ προφήτου φωνήν. πλὴν οὐ τέτοκε σταφυλὴν, ἤνεγκε δὲ μᾶλλον ἀκάνθας. τῷ γὰρ πλήθει τῶν δοθέντων ἀγαθῶν αὐτῇ σύνδρομον ὥσπερ τινὰ καὶ ἰσοπαλῆ τὴν ἀδικίαν ἐπεδείξατο· δῆλον δὲ ὅτι τὴν κατὰ Θεοῦ. ἐπλήθυνε γὰρ θυσιαστήρια καὶ ᾠδοδόμησε στήλας· καὶ ὅσον ἐπλούτει τοῖς ἄνωθεν ἀγαθοῖς, τοσοῦτον ἦν πρό- θύμος εἰς βεβήλωσιν, διὰ τοῦ προσκυνεῖν τοῖς δαίμοσι καὶ βωμοὺς ἐγείρειν καὶ εἰς πολύθεον πλάνην τὴν ἰδίαν ὥσπερ καταμρίζειν καρδίαν. ἀλλ’ οὕτω ταῦτά φησιν οὐκ ἔσται· πόθεν ; κατασδάψει γὰρ αὐτὸς τὰ θυσιαστήρια αὐτῶν, καὶ ταλαιπωρήσουσιν αἱ στηλαι αὐτῶν, συνθραυόμεναι δηλονότι καὶ κατασπώμεναι. τὸ δὲ αὐτὸς ἀνοίσεις ἐμφρόνως ἢ εἰς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἤγουν εἰς τὸ τοῦ Βαβυλωνίου πρόσωπον, ὡς ἤδη πλειστάκις προδεδειγμένου. συμβέβηκε γὰρ ταῖς ἐν Σαμαρείᾳ πόλεσι καὶ αὐτοὺς συγκαταπίμπρασθαι τοὺς ναοὺς, καὶ διαρπάζεσθαι τὰ γλυπτά.