Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 62-4
Not analysed yet
Χρὴ τοίνυν ἡμᾶς, ἐφ’ οἷς ἂν ἔχοιμεν παρὰ Θεοῦ χαίροντας ἀνάπτειν τὰ Χαριστήρια, ῥία, καὶ μὴ τῷ πλάτει τῆς εὐθυμίας ἐνολισθήσαντας, ἀποφέρεσθαί ποι πρὸς τὸ ἀπᾷδον αὐτῷ· ζητεῖν δὲ μᾶλλον καὶ ἀποπεραίνειν ἐπείγεσθαι, καὶ μάλα προθύμως, τὰ εἰς ἀρετὴν αὐχήματα, μὴ μεριζομένους πρὸς τὰ ἐν κόσμῳ πάθη, καὶ ὑποφέροντας τὸν αὐχένα τῷ σατανᾷ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ ἔφη Χριστός “Οὐδεὶς “δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει “καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου “καταφρονήσει·” εἰ δὲ μερζόμεθα, καὶ “μερίδες ἀλωπέ- “ἐσόμεθα,” ἐσόμεθα,’’ κατὰ τὴν τοῦ ψαλμῳδοῦ φωντίν· ἐσόμεθα δὲ πάντη τε καὶ πάντως ἐν ἐνδείᾳ τοῦ κατευφραίνειν εἰδότος.