Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 61-7
Not analysed yet
Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδού ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπον Ἀδάμαντα. καὶ εἶπε Κύριος πρὸς μέ Ἴδου ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ έν ῥομφαίᾳ.