Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 62-7
Not analysed yet
Ως ἀκρίδα καὶ ὡς βροῦχον καὶ ὡς δίκην ἐν πυρὶ τὸν Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πὼς ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δείκυνσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ’ ἀῤῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρεισμένην ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ’ ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ.