Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 62
Not analysed yet
Σαφὴς καὶ ἀναμφιλόγως ἔχουσα λοιπὸν, ὡς ἔνγε δὴ τούτοις, ἡ δήλωσις τοῦ τὴν μοιχαλίδα παρειλῆφθαι, καὶ οἴκοι μένειν ἡμέρας πολλὰς, ἄχρις ἂν ὁ προφήτης ἐπ᾿ αὐτῇ γένοιτο· γέγραπται γὰρ ὡδί· ὑποτύπωσις δὲ τὸ δρώμενον ἦν τοῦ κατὰ καιροὺς ὑπάρξειν μέλλοντος τῇ μεμοιχευμένῃ τῶν Ἰουδαίων Συναγωγῇ. ἐπεδὴ γὰρ ἐθελοντὴς τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεμένηκε σταυρὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐμπαρινηςάντων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, τότε δὴ τότε καταδῃωθείσης αὐτοῖς τῆς χώρας ᾤχοντο μὲν ὥσπερ εἰς πάντα ἄνεμον· ἄπρακτοι δὲ καὶ εἰς δεῦρο περὶ τὸν νόμον εἰσὶν, ἐμπεπρησμένου μὲν τοῦ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, περιῃρημένου τε τοῦ θυσιαστηρίου, καὶ ἀνῌρημένης θυσίας, καὶ ἀργούσης ἱερωσύνης, καὶ δήλων οὐχ ὁρωμένων. οὐ γὰρ ὄντος ἀρχιερέως ἱεροπρεπῶς ἐσταλμένου κατὰ τὸν νόμον, πῶς ἦν ἔτι δήλους ἰδεῖν; τί δὲ καὶ οἱ δῆλοι νομισθεῖεν ἂν, οἶδε μὲν ἴσως ὁ φιλομαθὴς, ὑπομνῆσαι δὲ διὰ βραχέων οὐκ ἀκερδές.