Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 63
Not analysed yet
Ὅτε τὰ εἰς κόσμον τοῦ ἀρχιερέως γενέσθαι προστέταχεν ὁ τῶν ὅλων Θεὸς, τότε πρὸς τὸν ἱερὸν ἔφη Μωυσέα “Καὶ ποιήσεις λόγιον κρίσεως ἔργον ὑφαντοῦ, σπιθαμῆς “τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος· τετράγωνος ἔσται.” εἶτα προστέταχεν ἐξ ὀνόματος τῶν φυλῶν δυοκαίδεκα τῷ τεχνιτεύματι σοφῶς καὶ ἐντέχνως ὑφαίνεσθαι λίθους· δύο γεμὴν ἑτέρους μεταξὺ τῶν ἄλλων, οἷς ἦν ὀνόματα, ἡ δήλωσις καὶ ἡ ἀλήθεια. εἶτα τοῦτο τὸ λόγιον τῆς κρίσεως ἐκ τῆς ἐπωμίδος χρυσαῖς ἀπῃώρητο σειραῖς· ἐπενήχετό τε τῷ στέρνῳ τοῦ ἀρχιερέως, καὶ ἦσαν εἰς τύπον τοῦ Ἐμμανουὴλ ἡ δήλωσις καὶ ἡ ἀλήθεια. πάντα γὰρ ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ἀπήγγειλεν ἡμῖν. καὶ δεδήλωκε τὸ θέλημα τοῦ γεννήσαντος αὐτὸν· καὶ κατέστησεν ἐναργῆ τῆς σωτηρίας τὴν ὁδόν. ὅτι δὲ ἐστὶ καὶ ἀλήθεια, πῶς ἂν ἐνδοιάσειέ τις, αὐτοῦ λέγοντος ἐναργῶς “Ἐγώ εἰμι ἡ ἀλήθεια;” διὰ τοῦτο καὶ αὐτῇ τῇ τοῦ ἀρχιερέως ἐπεκρέματο καρδίᾳ, μονονουχὶ βοῶντος τοῦ τύπου καὶ ἀναφανδὸν ἀνακεκραγότος, ὅτι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τὴν ἀλήθειαν καὶ τὴν δήλωσιν, εἰς νοῦν καὶ καρδίαν τὸ ἱερὸν ἕξει γένος. ἤγουν ὅτι πᾶσά πως ἀνάγκη, τοὺς ἱερουργοὺς ἀεὶ μεμνῆσθαι Χριστοῦ, καὶ ἐνοικοῦντα φέρειν διὰ τοῦ Πνεύματος· οἶκος δὲ αὐτοῦ νοῦς καθαρὸς, καὶ καρδία διεσμηγμένη. Καθεδοῦνται δὴ οὖν ἡμέρας πολλὰς οἱ υἱοὶ Ἰσραήλ φησι βασιλέως οὐκ ὄντος οὐδὲ ἄρχοντος, τουτέστιν ἀβαςίλευτοι καὶ ἀνεπίστητοι. οὔτε γὰρ βασιλεύσουσιν οἱ ἐκ φυλῆς Ἰούδα, οὔτε μὴν οἱ κατὰ νόμον προεδρεύσουσιν ἄρχοντες, τουτέστιν, οἱ ἱερεῖς. ἀλλ᾿ οὐδὲ ἔσται φηςὶ θυσιαστήριον ἢ θυσία, ἱερωσύνη τε καὶ δῆλοι. πλὴν οὐκ ἐν τούτοις διαπαντὸς, οὐδὲ ἀπόπεμπτος ὁλοτρόπως ὁ Ἰσραὴλ ἔσται· κεκλήσεται γὰρ κατὰ καιροὺς, καὶ ἐπιστρέψει διὰ πίστεως, καὶ ἐπιγνώσεται τὸν τῶν ὅλων Θεὸν, καὶ οὺν αὐτῷ τὸν Δαυεὶδ, τουτέστι, τὸν ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸν, τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον. τότε δὴ τότε καὶ καταπλαγήσονται τῆς φιλοτιμίας τὸ μέγεθος, καὶ τὴν ἡμερότητος ἀμέτρητον χάριν. Συμμεθέξουσι γὰρ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος, καὶ ταῖς τῶν πεπιστευκότων ἀγέλαις ἀναμὶξ, ἐν νομῇ ἀγαθῇ Cf. καὶ ἐν τόπῳ πίονι νεμηθήσονται. καιρὸς γὰρ αὐτοῖς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος ὁ τελευταῖος καὶ ἐν ἐσχάτοις, καὶ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.