Ancient Greek · ~2 min
62 to 63
Cyrillus Theol., In XII Prophetas 62-5-63
Not analysed yet
Εγκλημα δὴ οὖν τῷ Ἐφραΐμ, ὅτι καίτοι σαφῆ τὴν ὑπόμνησιν ἔχων τὴν ἀπό γε τῆς ἑορτῆς τῆς σκηνοπηγίας, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐπελανθάνετο Θεοῦ, καὶ ὅτι μὴ μᾶλλον αὐτὸν ἐζήτησεν, ὡς λαλοῦντα πρὸς Προφήτας, ὡς ὁράσεις πεπληθυκότα· προσέκειτο δὲ μᾶλλον ταῖς τῶν ψευδοπροφητῶν ἀπάταις πλαττομένων τὰ τοῦ Θεοῦ διά τε λόγων καὶ πράξεων. Εἰ μὴ Γαλαὰδ ἔστιν, ἄρα ψευδεῖς ἢσαν έν Γαλγάλ ἄρχοντες θυσιάζοντες; κω τὰ Θυσιαστήρια αὐτῶν ὠς χελῶναι ἐμ χέρσον ἀΓροῦ.