Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 61-5
Not analysed yet
Αλλ᾿ ἐζήτεις ἴσως εἰδέναι τῶν ἐσομένων τινὰ, καὶ πολυπραγμονεῖν ἐβούλου τὰ κατὰ σαυτόν· καὶ τί μᾶλλον ἔδει προσιέναι τοῖς ψευδομάντεσι τοῦ Βάαλ, ἤγουν τοῖς τῶν ψευδωνύμων θεῶν, καὶ παρ’ αὐτῶν τὰ τοιάδε ζητεῖν, καὶ οὐχὶ δὴ μᾶλλον ἀναμιμνήσκεσθαι σοφῶς, ὅτι λαλῶ μὲν ἐγὼ πρὸς Προφήτας, ἐπλήθυνα δὲ καὶ ὁράσεις, τουτέστι, παρ’ ὠοῦ πᾶς ἔσται λόγος προφητείας, καὶ ἤδη γέγονεν, οὐ παρ’ ἑτέρου του τῶν ψευδωνύμων θεῶν. ἐμοὶ γὰρ ἀνακείσεται μόνῳ τὸ καὶ εἰδέναι τὰ ἐσόμενα, καὶ μεμνῆσθαι τῶν παρῳχημένων. ἀλλ’ ἐμιμήσαντό με, φησὶν, οἱ τετιμημένοι παρὰ σοῦ ψευδομάντεις καὶ ψευδοπροφῆται. τοῦτό ἐστι τὸ ἐν χερσὶ Προφητῶν ὡμοιώθην. ἐζήτεις παρ’ αὐτῶν εἰδέναι τὰ μέλλοντα. εἶτα, τοὺς ἐμοὺς πλαττόμενοι λόγους, καὶ τὰ τῶν ἐμῶν Προφητῶν ἔργα μιμούμενοι, τὰ ἀπὸ καρδίας αὐτων τῶν ἠρεύγοντο σοι. καὶ γοῦν Ἰερρεμίας μὲν ὀ μὲν ὁ προφητης. κλοιοὺς ἐτίθει ξυλίνους περὶ τὸν τράχηλον αὐτοῦ, Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀντιταττόμενος δὲ τοῖς αὐτοῦ λόγοις ὁ ψευδοπροφήτης Ἀνανίας, λαβὼν συνέτριψε τοὺς κλοιοὺς, ἔφη τε “Οὓτως εἶπε κύριος Συνέτριψα τὸν “ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·” τοῦτό ἐστιν, ὡς ἔφην, τὸ ἐν χερσὶ προφητῶν ὡμοιώθην.