Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 63-2
Not analysed yet
Oὐκοῦν γεγόνασι μὲν οἱ ἄρχοντες Ἰούδα φησὶν, ὡς μετατιθέντες ὅρια, κατεδυνάστευσε δὲ καὶ ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε δὲ καὶ κρῖμα· ἔσομαι δὲ λοιπὸν ὡς ταραχὴ τῷ Ἐφραΐμ καὶ ὡς κέντρον τῷ Ἰούδα. καὶ τί δὴ τοῦτό ἐστι, πολυπραγμονεῖν ἀναγκαῖον. οἱ μὲν οὖν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ταραχὴ, βρωστὴρ εἰρήκασιν· ἀντὶ δὲ τοῦ κέντρον, σῆψις· οἱ δέ γε ἑβδομήκοντα παραχὴν καὶ κέντρον ὠνόμασαν. θορυβουμένου γὰρ οὐ μετρίως τοῦ Εφραΐμ, ἤτοι τῶν δέκα φυλῶν, ὑπὸ τοῦ κατασκήψαντος αὐτοῖς πολέμου, τοῦτο μὲν ὑπὸ τοῦ γείτονος τοῦ παρὰ Σύρων φημὶ, τοῦτο δὲ ὑπὸ τοῦ Περσικοῦ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἥκοντος χώρας, ἐν ὀδύναις ἦν καὶ οὐκ ἐν μετρίοις δείμασιν ὁ Ἰούδας, μᾶλλον δὲ καὶ ἐν ἀγωνίᾳ πολλῇ. προσεδόκησε γὰρ, καὶ οὐκ εἰς μακρὰν, τοῖς ἴσοις τυχὸν, ἢ καὶ πολὺ χείροσιν ἐναλῶναι κακοῖς· ἐπιβρίθοντος γὰρ τοῦ πολέμου, καὶ ταῖς κατὰ τὴν Σαμάρειαν πόλεσιν ἐπισκήπτοντος, πᾶσά πὼς ἀνάγκη ἦν συνδιόλλυσθαι τὰς ὁμόρους, τὰς τῶν ἐξ Ἰούδα φημὶ καὶ Βενιαμίν. οὐκοῦν ἡ μὲν ταραχὴ τοῦ πολέμου τὴν ἔφοδον, τὸ δὲ κέντρον ἐν τούτοις τὴν ἐκ λύπης τε καὶ δυσθυμίας ὀδύνην ὑποδηλοῖ, ὧν ἔξω που πάντως εἶεν ἂν οἱ φρονεῖν ἐθέλοντες τὰ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.