Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 62-2
Not analysed yet
Tοῦτο τοίνυν, ὡς ἔοικεν, ὁ προφητικὸς ἡμῖν αἰνίττεται λόγος, πεποίηται δὲ μετ’ ἤθους, ὡς ἔφην. κατεδυνάστευσε γάρ φησιν ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, ἀντὶ τοῦ, νίκην ἐκτοπωτάτην καὶ ὀλέθρου πρόξενον νενίκηκεν ὁ Ἐφραΐμ, κατεδυνάστευσεν ὡς ἴδιον ἐχθρὸν, τουτέστι κατηγωνίσατο γενικῶς ὃν μεμίσηκε νόμον. ἐπειδὴ δέ ἐστιν ἀμυδρὸς ὁ λόγος, ἑτέρως αὐτὸ διατρανοῖ λέγων· κατεπάτησε κρῖμα, τουτέστιν, οὐ πεφρόντικεν ὅλως τῆς ἐν νόμῳ δικαιοσύνης· ἀεὶ γάρ πὼς τὸ καταπατούμενον ἐν ἀτιμίᾳ νοεῖται, καὶ οὐδενὸς ἄξιον καταφωρᾶται λόγου. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, “Καλὸν τὸ ἅλας, φησίν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι “ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω κα- “ταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.” ὅταν τοίνυν κρῖμα λέγῃ, νοήσεις τὸν νόμον. οὕτω καὶ ὁ θεσπέσιος Δαυεὶδ ὀνομάζων αὐτὸν, ἀναφωνεῖ πρὸς Θεὸν, “Κρῖμα καὶ δικαιο- “συνῆν ἐν Ἰακὼβ σὺ ἐποίησας.” Θεοῦ γὰρ ὁ νόμος, καὶ εἰ λαλεῖται δι’ ἀγγέλων. ἀλλὰ τίς ἡ πρόφασις τοῦ καὶ ἐχθρὸν ἡγήσασθαι ’τον νόμον καὶ καταπατησαι τὸ κριμα, παρέδειξε πάλιν, εὐθὺς ἐπειπὼν ὅτι ἤρξατο πορεύσθαι ὀπίσω ματαίων. ἀρχὴ τῆς τοιᾶςδε νόσου, φησὶ, τὸ τιμᾶν ἑλέσθαι τὰ μάταια, καὶ κατακολουθεῖν εἰδώλοις. ἀμήχανον γὰρ ἐν ταὐτῷ καὶ Θεῷ δύνασθαι κατακολουθεῖν, καὶ τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασι· διὰ τοῦτο καὶ ὁ θεσπέσιος γράφει Παῦλος· ἀοῦ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον “δαιμονίων, οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τρα- “πέζης δαιμονίων.” μονότροπος γὰρ ὁ θεοφιλής· αλλοπρόσαλλος δὲ καὶ σεσαλευμένος καὶ ἐπ’ ἄμφω βαίνειν εἰδὼς, ὁ ἀνασφαλὴς, καὶ ἐφ’ ὅπερ ἂν τύχοι βαδίζων εὐκόλως.