Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 63-3
Not analysed yet
Ετερον αὐτοῖς ἀχαριστίας αὐτῶν ἐπισυνάπτει τρόπον, ἀνοσίους ὄντας καὶ ὀλιγογνώμονας ἀποφαίνων. ἐγὼ μὲν γάρ φησι, καίτοι πάλαι κτηνῶν ἀλόγων διενεγκόντας οὐδὲν καὶ ἀσυνέτους ὄντας κομιδῇ, καὶ νόμῳ πεπαίδευκα, καὶ σοφοὺς ἀπέδειξα καὶ τὸ σύμφερον εἰδότας καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ ἁπάσης εὐκοσμίας κατόρθωσιν οὐκ ἠγνοηκότας, ὡς ἤδη καὶ λέγειν χαίροντας ἐφ’ ἑαυτοῖς, “Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ κυρίῳ γνωστὰ “ἡμῖν ἐστι.’’ καὶ οὐ μέχρι τούτων τὰ τῆς εἰς αὐτοὺς γέγονε φιλοτιμίας· ἀλλὰ γὰρ καὶ ἀλκιμωτάτους ἀπέφηνα, καὶ ἱκανῶς ἔχοντας πρὸς τὸ δύνασθαι παντὸς καταθλεῖν τοῦ πολεμεῖν ἐθέλοντος καὶ ἀνθεστηκότος. νενικήκασι γὰρ ἔθνη πολλὰ καὶ μεγάλα, καὶ τοῦτο ἀμογητί· ἀλλ’ εἰς ἐμὲ τὸν τῶν τοιούτων αὐτοῖς δοτῆρα Θεὸν γεγόνασι πονηροὶ, καταφρονηταὶ δηλονότι καὶ ἀποστάται· καὶ ὁ τρόπος αὐτοῖς τῆς ἀποστροφῆς γέγονεν εἰς οὐδεν. οὐδὲν γὰρ ὅλως τὸ ἐξ ὕλης αἰσθητῆς χειροποίητον ἄγαλμα. ἀλλ’ εἰ μέν τι τὸ ἄμεινον εὑρήκασιν, ἔχοι ἂν εἰκότως καὶ λόγον αὐτοῖς ἡ παράβασις. ἐπειδὴ δὲ πρὸς Θεὸν οὐδὲν παντελῶς τὰ τοιάδε, γελοιότης δὲ καὶ ἠλιθιότης καὶ ὅσα τούτοις ἐγγὺς, οὐδεὶς αὐτοῖς ἐστι λόγος τῆς ἀποστροφῆς, πιθανὴν ἔχων αἰτίαν. οὐκοῦν εἰς οὐδεν ἀπεστράφησαν, γεγόνασι δὲ πρὸς τούτοις καὶ ὡς τοξον εντεταμενον, οὐ χαλώμενοι πρὸς μετάγνωσιν, οὐ καθυφιέντες τοῦ τόνου τοῦ πρὸς τοσαύτην αὐτοὺς ἀποφέροντος αἰσχύνην καὶ ἀβουλίαν.