Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 64
Not analysed yet
Ιστέον ς δὲ, ὅτι τοῦτο διερμηνεύοντες ἐκδεδώκασιν ἐγένοντο ὡς τόξον αντεστραμμενον, ἵνα τι τοιοῦτον πεπραχὼς νοῆται πάλιν ὁ ’Ισραήλ. οὓς γὰρ ἔδει μᾶλλον, καθάπερ τι τόξον, ἐντείνεσθαι κατ’ ἐχθρῶν, καὶ βάλλειν εὐτόνως τοὺς ἀντανίστασθαι μεμελετηκότας, διαλελήθασι σφᾶς αὐτοὺς οἱονεὶ τόξων ἀκίσι πλήττοντες πικρῶς. Θεῷ γὰρ προσκρούοντες, κάταγε τοὺς ἤδη προειρημένους τρόπους, τί δρῶντες ἕτερον ἁλοῖεν ἂν, ἢ καθ’ ἑαυτῶν τὰς ἰδίας ὁπλίζοντες χεῖρας ;