Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 64-6
Not analysed yet
Kαὶ ταυτὶ μὲν τέως τοῖς τῆς ἱστορίας ἐφαρμόσειε λόγοις. ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνάμεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. “Ὥφθη γὰρ “ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη. τοιγάρτοι τοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς “Ἐμμανουὴλ, ὅ “ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός.’’ μεθ’ ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ’ ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός. τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελήλατο σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μεσοῦ γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προεστηκὼς, τουτέστιν, ὁ Σατανᾶς.