Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 63-7
Not analysed yet
Ὁρᾶται τοίνυν ἑστηκὼς ἐπὶ τέλους ἀδαμαντίνου. ἄῤῥηκτός τε καὶ ἀκαταμάχητος ἐν λίθοις ὁ ἀδάμας, οὔτε τοῖς σκληροῖς καὶ ἀντιπίπτειν εἰωθόσι παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τέλους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ ὁρᾷς, Ἀμώς; τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβεβαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἣ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων κύριος οὓς ἃν ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακτον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράττοντος οὐδενὸς, ὅπερ ἃν φθέγξηται Θεός. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός “Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ “γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. ἔφη δὲ ὡς οὐκ ἃν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· μένων· καὶ ἀνεξικακήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ’ αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις. ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος. γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ᾿ ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν Βεελφεγὼρ, διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάντων αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, τουτέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς.