Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 65
Not analysed yet
Νοοῖτο δ’ ἂν τὸ προκείμενον, εἴπερ τῳ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐνέτεινεν οἱονείπως τὸν Ἰσραὴλ ὡς ἴδιον τόξον, τῇ τοῦ διαβόλου τυραννίδι μαχόμενος, καὶ τῇ τῆς εἰδωλολατρείας ἀντεξάγων ἀπάτη· μόνος γὰρ ἐκ πάντων τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ὁ Ισραὴλ, κάταγε τὸ τῷ νόμῳ δοκοῦν, ἀπεσείετο μὲν τὴν τῶν εἰδώλων προσκύνησιν, προσέκειτο δὲ τῷ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Δεσπότη· ἀλλ’ ἐτράποντο πρὸς τὸ ἐναντίον. οἱ γὰρ ἐκεῖνο πράττειν ὀφείλοντες, ὑπὲρ τῆς τῶν εἰδώλων δόξης πεπολεμήκασι τῷ Θεῷ· γεγόνασι τοίνυν ὡς ὦον αωτεστραμμενον, ἐναντίᾳ χρώμενοι τῇ τοξείᾳ.