Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 66-3
Not analysed yet
Ανεπικούρητον ἀεὶ τὸ ψεῦδος ἀφ’ ἑαυτοῦ, καὶ οἱ τῆς ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθυόντων γὰρ ἦν ἀθύρματα τὰ παρ’ αὐτοῖς, δαμάλεις χρυσαῖ, “ἔργα τέκτονος καὶ χωνεύματα,” κατὰ τὸ γεγραμμένον, καὶ τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων ευρηματα. ἀλλ’ οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θεραπευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ’ αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν. ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισμένοι, καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπολοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη. ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πὼς ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμάλωτος ὁ Ἰσραήλ.