Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 67-6
Not analysed yet
Tοιοῦτόν τι πεπράχασι καὶ οἱ τάλανες Ἰουδαῖοι, τὰς ἐπὶ Χριστῷ συντιθέντες συκοφαντίας. ἐπειδὴ γὰρ τοῖς θαύμασι καταπλήττων τὴν Ἰουδαίαν πάντας ἐκάλει πρὸς ἑαυτὸν, προσῆγον Πιλάτῳ, τὰς τοῦ φθόνου φλόγας εἰς νοῦν λαβόντες οἱ δείλαιοι, καὶ δὴ καὶ ἔφασκον “Ἐὰν μὴ τοῦτον “ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.” ἶσα τοίνυν καὶ παρὰ πάντων ἀεὶ τῶν τῆ εὐσεβείᾳ μαχομένων τὰ κατὰ τῶν ἁγίων τολμήματα διὰ τῶν ὁμοίων ἐγχειρημάτων ἔρχεται, πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι.