Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 69-2
Not analysed yet
Ἴδου δὴ καθίστησιν ἐναργὲς τὸ κρῖμα τὸ καταδραττόμενον τοῦ μόσχου, καὶ ἀγρώστεως δίκην ἐξευρύνεσθαι πεφυκὸς, καθ’ ὧνπερ ἂν βούλοιτο Θεός· ἱστορίας δὲ διαμέμνηται καὶ νῦν, ἢν ἀναγκαῖον εἰπεῖν· συνήσομεν γὰρ ὡδὶ, καὶ οὐχ ἑτέρως, τὸ χρησμῳδούμενον. ἔθος ἦν ἅπασι τοῖς εἰδώλων προσκυνηταῖς, κυνηταῖς, καιροῦ καταθλίβοντος καὶ πολεμίων ἐφεστηκότων, εἰ ἐν ἐνδείᾳ γένοιντο χρημάτων, ἅπτεσθαι καὶ αὐτῶν τῶν ἐν τοῖς τεμένεσιν ἀναθημάτων. γέγραπται τοίνυν ἐν ταῖς βασιλείαις, λείαις, ὅτι πολιορκοῦντος τὰς ἐν Σαμαρείᾳ πόλεις τοῦ βασιλέως Συρίας, Μαναεΐμ, τὸ τηνικάδε βασιλεύων ἐπὶ τὸν Ισραὴλ, εἶτα ταῖς ἴσαις δυνάμεσιν ἀντιφέρεσθαι πρὸς ἐκεῖνον οὐκ ἔχων, ἐπρεσβεύετο πρὸς Φούλαν τὸν τῶν Ἀσσυρίων βασιλέα, καὶ δώροις ἀνέπειθεν ἐπαμύναι τε οἱ, καὶ ἀποστῆσαι τὸν Σύρον, ὃ δὴ καὶ τετέλεσται. εἷλε γὰρ ἐκεῖνος κατὰ κράτος τὴν Δαμασκὸν, ἀποσφάττει δὲ καὶ αὐτὸν τὸν Ἄδερ. φασὶ τοίνυν, ὅτι πλείστης ὅσης ὁλκῆς ζητουμένης χρυσίου, περιέστη λοιπὸν εἰς τοῦτο τῷ Mαναεΐμ ἀνάγκης τὰ πράγματα, ὡς καὶ μίαν δάμαλιν ὑφελέσθαι χρυσῆν, καὶ συναποστεῖλαι διὰ τῶν πρέσβεων. καὶ τεθρήνηκε μὲν ὁ Ἰσραὴλ, ἢν ἐνόμιζεν εἶναι θεὸν, ἐκπεμπομένην ὁρῶν. ᾤετο γεμὴν, ψυχροῖς ἑαυτὸν λογισμοῖς παραμυθούμενος, ὡς ἐν μείζοσιν ἔσται, καὶ λαμπροτέροις αὐτὴν ἐνιδρύσει ναοῖς ὁ Βαβυλώνιος. διέκειτο δὲ πρὸς τούτοις, ὅτι προσκυνηθήσεται καὶ παρὰ πλειόνων ἐθνῶν· μυρία γὰρ ὅσα ἐστὶ τὰ Περσῶν τε καὶ Μηδῶν ἔθνη. ὁ μὲν οὖν Μαναεΐμ, ὡς ὅλην οὖσαν δι’ ὅλου χρυσῆν, πέπομφε τὴν δάμαλιν· ὁ ’δε γε Φούλα συνέθλασε λαβών· ἕτερον γὰρ παρ’ ἐκείνοις τὸ σέβας, καὶ δαμάλεως οὐκ ἀνέχονται. εἶτα, φασὶν, οὐχ ηὑρῆσθαι χρυσῆν, ἡπόχαλκον χαλκον δὲ μᾶλλον, χρυσῷ διαπεπασμένην. ἐντεῦθεν, φησὶν, ὁ Ἀσσύριος ἐγέλασε τὸν Ἐφραΐμ, τουτέστι, τὸν Μαναεΐμ τὸν ἐκ φυλῆς Ἐφραΐμ βασιλεύοντα . διέπτυσε δὲ πρὸς τούτῳ καὶ τὰς τοῦ Ἰσραὴλ εἰκαιοβουλίας.