Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 70-2
Not analysed yet
Εἰρηκότες δὴ οὖν τῆς ἱστορίας, ἤγουν τῆς Ἑβραίων παραδόσεως τὸν λόγον, φέρε λοιπὸν ἀναγκαίως ἐπιτρέχωμεν τὴν λέξιν· δυσκάτοπτος γὰρ καὶ δυσχερεστάτη λίαν ἡ συνθήκη τοῦ ῥητοῦ. ἔφη τοίνυν ὅτι πόιροικήσουσιν οἱ κατ οἰκοῦντες Σαμάρειαν· τὸ παροικήσουσιν, ἀντὶ τοῦ μετοικήσουσιν, σιν, ἤτοι μετοικισθήσονται, φησὶν, οἱ νῦν ὄντες ἐν Σαμαρείᾳ· λέγει δὲ τοὺς μόσχους, ἤτοι τὰς δαμάλεις. ἐξεπέμφθησαν γὰρ, ὡς ἔφην, εἰς Βαβυλωνίους. καὶ ἐπένθησε μὲν ἐπ’ αὐτοῖς ὁ λαὸς αὐτοῦ. τίνος δὲ αὐτοῦ ; ἢ δῆλον, ὅτι τοῦ ὤν, ὅ ἐστι, τοῦ Ἄπιδος ; πλὴν ὡς ὤφθησαν, φησὶ, παραπικραίνοντες καὶ ἀτιμάζοντες αὐτὸν διὰ τοῦ πέμπειν ἑτέροις, οὕτω καὶ ἡσθήσονται ἐπὶ τὴν δόξαν αὐτοῦ. νομιοῦσι γὰρ ὅτι καὶ πολὺ λίαν εὐκλεέστερος ἔσται, παρὰ πλειόνων ἐθνῶν προσκυνούμενος. μένος. ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος· συντέθραυσται γὰρ, καὶ γέλωτος ἀφορμὴ τοῖς Βαβυλωνίοις ἦν. οὐκοῦν τεταλαιπώρηκεν ἡ στήλη αὐτῶν κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φήτου φωνήν. παρεπίκραναν δὲ τὸν μόσχον, οὐχ ὅτι παρ- ἐπικράνθη κατὰ τὸ ἀληθές· πῶς γὰρ ἂν τοῦτο πέπονθεν ἀναίσθητος ὕλη; ἀλλ’ ὅτι τῶν ἐγχειρημάτων ἡ δύναμις παρώργισεν ἂν αὐτὸν, εἴπερ ἦν ὄντως Θεὸς, καὶ ἐν αἰσθήσει τοῦ παθεῖν τὰ συμβεβηκότα.