Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 69-5
Not analysed yet
Οτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀνεξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευφραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ’ αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δικαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ’ οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς. ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ’ ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλλοντα . τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῶ τέλμασιν ἐναποπνίγειν ἤθελεν.