Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 70-4
Not analysed yet
Oὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἱσχυρὰς δὲ εἶναί φαμεν τὰς ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι “μὴ πᾶσα “ἁμαρτία πρὸς Θάνατον,” κατά γε τὴν σοφωτάτην τοῦ Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρωπίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.