Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 7-4
Not analysed yet
Οτι μὴ εἰκῆ τοῖς ἀχάλινον ἔχουσιν ἐπὶ τὰ αἰσχίω τὴν ῥοπὴν, ἢ καὶ τοῖς ἀκαταλήκτως εἰωθόσι πλημμελεῖν ἐπιφέρεται πολλάκις παρὰ Θεοῦ τὰ δεινὰ, πρὸς ὠφελείας δὲ μᾶλλον, καὶ ὡς ἐν ἰάματος τρόπῳ, διδάσκει πάλιν. οἱ γὰρ τῆς θείας ἡμερότητος καταφρονηταὶ, καὶ ἠγνοηκότες ὅτι καλεῖ πρὸς μετάγνωσιν τὸ τῆς ἀνεξικακίας μέγεθος, τῶν ἐξ ὀργῆς κινημάτων οὐ περιέσονται· πόθεν; περιθραυόμενοι δὲ μᾶλλον τῇ τῆς συμφορᾶς ἀγριότητι, τὸ συμφέρον ἐπιγινώσκουσι, καὶ οὓς οὐδὲν ὤνησεν ἡ φιλανθρωπία, πρὸς τὴν τοῦ συμφέροντος ἀποφέρει γνῶσιν τὸ καταικίζεσθαι πόνοις. ὃν γὰρ τρόπον τὰ ἐν τοῖς σώμασιν ἀγριαίνοντα τῶν παθῶν, καὶ ὅσα μὴ τοῖς ἠπίοις εἴκει φαρμάκοις, πυρὶ καὶ σιδήρῳ νικᾶται πολλάκις· κατὰ τὸν ἶσον οἶμαι τρόπον τε καὶ λόγον, καὶ τὰ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς ἐπισυμβαίνοντα πάθη, εἰ μὴ χρηστοῖς ἐκπέμπεται λόγοις, μηδὲ λογισμῷ νικᾶται τῷ σώφρονι, πόνῳ καὶ μάστιγι καὶ ταῖς ἀνηκέστοις παραχωροῦσι συμφοραῖς. ἐκτεθλιμμένοι δὴ οὖν, τότε δὴ μόλις, φησὶ, τὸ ἐμὸν ἐπιζητήσουσι πρόσωπον. κειμένων γὰρ ἐν ἐξουσίᾳ τῶν ἀγαθῶν, οὐ πολλὴ τοῖς ἀσυνέτοις ἡ τοῦ κατευφραίνοντος αἴσθησις· εἰ δὲ δὴ τῶν οὕτως εὐκταιοτάτων ἀποστερεῖσθαι συμβαίνοι, τότε δὴ μάλιστα δριμυτέραις ἐπ’ αὐτὰ ταῖς ἐπιθυμίαις ἐρχόμεθα, εἰσδεχόμεθα δὲ πολλὴν καὶ ἀνανταγώνιστον τοῦ λυποῦντος τὴν αἴσθησιν. ὅταν τοίνυν θλίβωσι, τότε τὸ ἐμὸν ζητήσουσι πρόσωπον.