Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 8-5
Not analysed yet
Εοικε δὲ ὁ λόγος εὐαφόρμως ἀναφοιτᾶν ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ τὴν δι’ αὐτοῦ λύτρωσίν τε καὶ πρὸς Θεὸν ἐπιστροφὴν εὖ μάλα παραδηλοῦν. τὸ γὰρ ζητούμενον τοῦ Θεοῦ πρόσωπον, αὐτὸς ἂν νοοῖτο, καὶ σφόδρα εἰκότως, ο Υιος, “Ος ἐστιν εἰκὼν καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς “ὑποστάσεως” τοῦ Πατρός, πρόσωπον οὖν τὸ ἀληθὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υιός, εἴπερ ἐν αὐτῷ γινώσκεται· καὶ “ὁ ἑωρακὼς αὐτὸν, ἑώρακε τὸν Πατέρα.” οὕτως αὐτὸν ὀνομάζει καὶ ὁ θεσπέσιος μελῳδὸς, πρὸς τὸν τῶν ὅλων Θεὸν ἀνακεκραγώς τε καὶ λέγων “Τὸ πρόσωπόν σου ἐπίφανον “ἐπὶ τὸν δοῦλόν σου·” καὶ μὴν καὶ ὡς ἐκ προσώπου τῶν πεπιστευκότων καὶ μεμορφωμένων ἤδη πρὸς τὸν Υιὸν διὰ Πνεύματος, “Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου “σου, Κύριε·” ὡς γάρ φησιν ὁ προφήτης, “Φῶς προσώπου “ἡμῶν, Χριστὸς Κύριος.”