Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 71-4
Not analysed yet
Οτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαροινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὣν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο- μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώμενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ καταβίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. ἀλλ’ ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτη πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθητείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἡλίου, ἀλλ’ ἦν μὲν αἰπόλος, ἄγροικόν τε καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παντελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἃν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μονονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ’ ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ’ αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπιτάττεις. ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη· καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα. καὶ πρός γε δὴ τούτῳ, η γῆ σου καταμετρηθησεται σχοινιῳ, τουτεστιν, ὕπο φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ, ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκαθάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμαλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρημένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύμασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ’ ὅτε καὶ ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ εἴρηται παρ’ αὐτοῦ “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ο “ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.