Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 72-4
Not analysed yet
Ἐπιτήρει δὲ ὅπως εἷς τε καὶ ἀξιάγαστος τοῖς ἁγίοις σκοπὸς, τὸ χρῆναί φημι τοῖς τοῦ Θεοῦ λόγοις ἀνυποστόλως ὑπηρετεῖν, καὶ παρ’ οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιότητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ’ αὐτῷ κατάρρησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαρρήδην ἔφασκον “Εἰ δίκαιόν ἐστιν ἐνώπιον “τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ “δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”