Ancient Greek · ~11 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 8-10
Not analysed yet
Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ χριστοῦ. πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῆ τῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὣν ὁ Λόγος γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ’ οὐρανὸν εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν “Ὡς ποταμὸς εἰρήνης, ὡς χειμάρρους τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς ἐν ρημένον “Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω “καὶ ἀνθείτω ὡς κρῖνον.’’ πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιηνθισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῆ πόᾳ κατεστεμμένον. οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκδοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον, ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς. ἁρμόσειε δ’ ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νώθειαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιῶν δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἑπιγάννυσθαι κελεύει Κυρίῳ τῴ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία χριστὸς, παρ’ οὗ καὶ δι’ οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρανίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωίμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν σίτω πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτω γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἢ τοῦ ἐλαίου χρεία, συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.