Ancient Greek · ~2 min
9 to 10
Cyrillus Theol., In XII Prophetas 9-9-10
Not analysed yet
Kαὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐπῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπΗ, ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεΘ’ ὑμῶν θαυμάσια. Οσον μὲν οὖν ἧκεν εἴς γε τὸν ταῖς ἱστορίαις πρέποντα λόγον, ταῖς προλαβούσαις τῆς ἀκριδος ἐμβολαῖς τὴν ἰσοσθενῆ καὶ ἰσομοιροῦσαν εἰσάπαν ὑπισχνεῖται φιλοτιμίαν, καὶ τῆς τὸ τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν.