Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 8-2
Not analysed yet
Οὀδεὶς ἡμᾶς ἀναπείσει λόγος παραιτεῖσθαι τὸ γράμμα, καὶ τῆς ἱστορίας τὸ εἰκαῖον καταψηφίζεσθαι, καὶ αὐτοῦ τοῦ πράγματος καθορίζειν τὸ ἀκαλλὲς, ἢ καὶ οἴεσθαι κατά τινας, μὴ οὕτως πεπρᾶχθαι, μήτε μὴν παρειλῆφθαι πρὸς γάμον, ἤτοι σύνοδον γαμικὴν, τὴν Γόμερ, ὅπου καὶ σύλληψιν γεγενῆσθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ μὴν καὶ ἀπότεξιν, μέμνηταί τε καὶ ὀνόματος τοῦ παιδίου, καὶ τὸν τοῦ γυναίου λέγει πατέρα, καὶ αὐτὸ δὲ πρὸς τούτοις τοῦ γυναίου τὸ ὄνομα. ἐπειδὴ δὲ ἀναγκαῖον ἦν ὁμολογεῖν, τῇ τῶν πεπραγμένων ἀληθείᾳ συνειπεῖν ἑλομένοις, ὅτι ταῦθ’ οὕτως γέγονεν ἀληθῶς, φέρε τοὺς τῶν κατασκώπτειν εἰωθότων παραθέντες λόγους, τότε λοιπὸν ἐπαγάγωμεν ἐπὶ καιροῦ τῆς οἰκονομίας τὴν ἀφήγησιν.