Ancient Greek · ~12 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 9
Not analysed yet
Δογιδίῳ μὲν οὖν ἐνέτυχον ἀνδρὸς οὐκ ἀσήμου διατ’ ρανοῦν ἐθέλοντος τὰ περὶ τὸν τόπον· ὃς τῆς ἱστορίας, καὶ τῶν οὕτω γεγενῆσθαι λεγόντων, οὐ μετρίαν ἐποιεῖτο τὴν κατάρρησιν· δεῖν τε ἔφασκεν ἐναργῶς ἐπ’ αὐτῷ δὴ τούτῳ τῷ κεφαλαίῳ μάλιστα δεδιότας οὐδὲν, ἀνακραγεῖν τῆς ἐγκρατείας τοὺς ἐραστὰς Τὸ γράμμα ἀποκτενεῖ. ἐρήμην γὰρ ὤσπερ κατατρέχων τοῦ γράμματος, καὶ οἱονεὶ κατὰ πρανοῦς ἐρχόμενος, τοιούςδε τἰνᾶς συνετίθει λόγους. „Μωυσῆς γὰρ, ἔφασκεν, „ὁ θεσπέσιος προσετάττετό ποτε τῆς Αἰγυπτίων δουλείας „λελυτρωμένον ἀποκομίζειν τὸν Ἰσραὴλ εἰς τὴν πάλαι τοῖς „πατράσιν ἐπηγγελμένην ἁγίαν γῆν, φημὶ δὴ τὴν τῆς ἐπαγγελίας. „ἀλλὰ καὶ ὁ προφήτης Ἱερεμίας ἤκουσε Θεοῦ λέγοντος „ἐναργῶς ’Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί „‘σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην „‘εἰς ἔθνη τέθεικά σε.’ πῶς οὖν οὐκ ἀξιάγαστοι, „φησὶν, οἱ καὶ τὴν οὕτω σεπτὴν καὶ παγκάλην διακονίαν „παραιτούμενοι, καὶ τὴν μέλλησιν οὐκ ἀπαναινόμενοι ; ὁ μὲν „γὰρ ἔφασκε, ’Δέομαι κύριε προχείρισαι ἄλλον δυνάμενον „’ὃν ἀποστελεῖς·’ ὁ δὲ τὴν νεότητα προισχόμενος, ἐκθυσωπεῖν „ἐπειρᾶτο Θεόν. ἀλλὰ καὶ ὁ προφήτης, φησὶν, Ἰεξεκιὴλ „ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἄρτους ἑαυτῷ ποιῆσαι „προστεταγμένος, δεδυσφόρηκεν οὐ μικρῶς, ἤκουσέ τε διὰ „τοῦτο, ’Ἴδου δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ βολβίτων „‘ἀνθρωπίνων, καὶ ὀπτήσεις τοῖς ἄρτους σου ἐπ’ αὐτῶν. καὶ „μὴν καὶ αὐτὸς ὁ θεσπέσιος Πέτρος, ὅτε τῆς ὀθόνης καθιεμένης „ἐξ οὐρανοῦ, ἐν ἧ πάντα ἐγέγραπτο τὰ τετράποδα καὶ „τὰ κτήνη, Θεοῦ λέγοντος ἤκουσεν ‘Ἀναστὰς, Πέτρε, θῦσον „‘καὶ φάγε, παρητεῖτο, φησὶν, οὕτω λέγων ‘Μηδαμῶς „‘κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον· οὐδὲ „‘εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,’ Ὠσηὲ δὲ „ἀκούσας ὅτι γυναίῳ συνάπτεσθαι δεῖ αἰσχρῷ καὶ πεπορνευμένῳ „καὶ ἐπάρατον ἔχοντι ζωὴν, οὐ παραιτεῖται τὸ χρῆμα, „οὐκ ὄκνον εἰσδέχεται, οὐ προσάγει τὴν ἱκετηρίαν, ἀνεῖσθαι „παρακαλῶν· ἀλλ’ οἷά τις τῶν ἀσελγεστάτων προχειρότατα „καὶ ἀμελλητὶ μονονουχὶ καὶ ἁρπάζει τὸ χρῆμα, τάχα που „τῆς εἰς τὸ γύναιον ἡδονῆς ἡττώμενος.” Εἶτα κατακλείων εἰς ἀτοπίαν τοὺς λόγους, προσετίθει τούτοις ὀλίγα ἅττα καὶ ψυχρά. σκήπτεται μὲν γὰρ τῷ προφήτῃ συνηγορεῖν, καὶ πάλιν φησὶν, „ὅτι πλείστην ὅσην ἂν ἐποιήσατο τὴν παραίτησιν, „τῇσιν, εἰ σωματικὴν ἠπίστατο κοίνων ίαν προστάξαι Θεόν· „ἐπειδὴ δὲ ἦν πνευματικόν τι τὸ δρώμενον, ἐκ πολλῆς ἄγαν „Φιλοθεΐας, μονονουχὶ καὶ αὐτόμολος ἐπὶ τὸ δρᾷν ἔρχεται τὸ „κεκελευσμένον. ἄλλως τε, φησὶν, οὐκ ἃν ὁ τῆς ἐγκρατείας „Θεὸς ἠθέλησέ τι γενέσθαι τοιοῦτον, ὡς ἄνδρα τοσοῦτον „αἰσχραῖς οὕτως καὶ βδελυρωτάταις καταμιαίνεσθαι συμπλοκαῖς, „πλοκαῖς, ταῖς εἰς γυναῖκα φημὶ, καὶ τοῦτο μαχλῶσαν καὶ „πεπορνευμένην. μεταπλάττων δὲ ὥσπερ τῆς ἱστορίας τὴν „δύναμιν εἰς ἐννοίας πνευματικὰς, ἔφασκε μὲν εἶναι τὴν Γόμερ „εἰς τύπον ψυχῆς αἰσχρῶς καὶ ἀσέμνως διαζῆν ᾑρημένης· „τὸν δέ γε προφήτην εἰκόνα πληροῦν τοῦ ἄνωθεν καὶ ἐξ „οὐρανοῦ, τουτέστι, τοῦ ἐκ Πατρὸς Θεοῦ Λόγου, ὃς ταῖς „ἡμετέραις ψυχαῖς συναπτόμενος νοητῶς τὰ τῆς φιλαρέτου „ζωῆς ἐνίησι απέρματα 1.”