Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 8-7
Not analysed yet
Ἐν τῆ βίβλῳ γέγραπται τῶν κριτῶν, ὡς ἐξέκλινε μὲν ὁ Ἰσραὴλ ὀπίσω τῶν Βααλεὶμ κατὰ καιρούς. ταύτῃτοι Θεῷ προσκεκρούκασι, παραδέδονται δὲ καὶ εἰς χεῖρας Μαδιὰμ, ἐφ’ ὅλοις ἔτεσιν ἑπτά. ἀπηνῆ δὲ οὕτως ὑπομεμενήκασι τὴν ἐκ τῶν κεκρατηκότων πλεονεξίαν, ὡς ἤδη καὶ πέτρας οἰκεῖν, καὶ σώζεσθαι μόλις ἐν αὐταῖς καταδυομένους, καὶ προτείχισμα ποιεῖσθαι τὰς δυσχωρίας, διά τοι τὸ παντελῶς ἀπειπεῖν πρὸς μάχην. συμβέβηκε τοίνυν ὠμῶς ἀναιρεῖσθαι κατὰ καιροὺς τοὺς ἐμπίπτοντας τοῖς Μαδιηναίοις, ὥστε καὶ ἀθλίαις μητράσι συνδιόλλυσθαι τέκνα, φειδοῦς ἁπάσης ἐξῃρημένης. ἦρχον δὲ αὐτῶν Ὠρήβ τε καὶ Ζὴβ, καὶ Ζεβεὲ καὶ Σαλμανά. παρετείνετο δὲ τὰ τῆς συμφορᾶς ἄχρις ἂν κατοικτείρας Θεὸς ταλαιπωροῦντα τὸν Ἰσραὴλ ἤγειρε τὸν Γεδεὼν, ὃς καὶ μετωνόμασται παρά τε τοῦ πατρὸς καὶ τῶν ἐγχωρίων Ἱεροβάαλ, δι’ αἰτίαν τοιαύτην. χρήσαντος μὲν γὰρ αὐτῷ τοῦ Θεοῦ διὰ φωνῆς ἀγγέλου, καθεῖλε τὴν στήλην τοῦ Βάαλ, καὶ τὸ ἄλσος αὐτοῦ ἐξέκοψε, λεληθότως καὶ ἐν νυκτί. ἐπειδὴ δὲ οἱ τῆς πολίχνης οἰκήτορες τὰ συνήθη πληροῦν ὑπὸ τὴν ἕω σπουδάζοντες, παρῆσαν ἐν τῷ τεμένει, καὶ κατεῤῥιμμένον τεθέανται τὸν Βαάλ, καὶ τὸν δρυμὸν ἐπ’ αὐτῷ πεπτωκότα, κατεστχάζοντο τῆς τοῦ Γεδεὼε ἤδη φιλοθεΐας, καὶ αὐτῷ τοῦ πράγματος ἐπέγραφον τὰς αἰτίας. εἶτα προςήεσαν τῷ πατρὶ λέγοντες Δὸς τὸν υἱόν σου, ἵνα ἀποκτείωμεν αὐτὸν, “ὅτι καθεῖλε τὸν Βάλλ.” πρὸς ταῦτα ἐκεῖνος· “Μὴ ὑμεῖς, φησὶν, ἐκδικήσετε τὸν Βάαλ; εἰ θεός “ἐστι, δικαςάσθω πρὸς τὸν καθελόντα αὐτόν.” ἐντεῦθεν ὁ Γεδεὼν μετωνόμαστοι λοιπὸν Ἱεροβαάλ, ὃ διερμηνεύεται “Δικαςάσθω ὁ Βαάλ.”