Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 9-6
Not analysed yet
Ὥσπερ οὖν, φησὶν, ὁ Σαλμανὰ τῆς Μαδιηναίων πληθύος ὁ καθηγούμενος, ἐκ τοῦ οἴκου Γεδεὼν ἤτοι τοῦ Ἱεροβάαλ, μητέρα ἐπὶ τεκνοις ἠδάφισε, τὸν αὐτὸν τυοτονὶ τρόπον τῶν Ἀσσυρίων ὁ στρατηγὸς ὠμῶς καὶ ἀπανθρώπως, καὶ οἰκτιρμοῦ παντὸς δίχα χρήσεται πολέμῳ τῷ καθ’ ὑμῶν, καὶ μητέρα σὺν τέκνοις ἐδαφιεῖ. συμβήσεται δὲ ταυτὸ διά γε τὰς ὑμῶν κακίας. κολάξει γὰρ οὐ μάτην, κριτὴς ὢν δίκαιος ὁ τῶν ὅλων Θεός. ἀλλ’ εἰ ἐκτείνοιτο λοιπὸν εἰς τὸ ἐπέκεινα μέτρου τὰ τῶν προσκεκρουκότων αὐτῷ πλημμελήματα, τότε ἀναλόγως ἐπιφέρει τὰ ἐξ ὀργῆς. εἰ δὴ παραιτοίμεθα τὸν θυμὸν, προπαραιτητέον εὖ μάλα καὶ τὸ πλημμελεῖν, καὶ τὸ οἱονεὶ καταθήγειν εἰς ἀγανάκτησιν τὴν θείαν τε καὶ ἡμερωτάτην φύσιν, τάχα δέ που καὶ οὐχ ἑκοῦσαν εἰς τοῦτο καταβιάζεσθαι ταῖς τῶν πταισμάτων ὑπερβολαῖς. ἰστέον δὲ, ὅτι τῶν προλαβόντων ἐξηγτῶν τινες, οὐ τὸν τῶν Μαδιηναίων ἄρχοντα Σαλμανὰ μητέρα ἐπὶ τέκνοις ἐδαφίσαι φασὶν, ἐκ τοῦ οἴκου Ἱεροβάαλ, ἤτοι τοῦ Ἰσραήλ· ἀπὸ γὰρ τῶν ἡγουμένων τὸ σύμπαν ἔσθ’ ὅτε κατασημαίνεται· ἀλλὰ μᾶλλον ἐν τῷ οἴκῳ Σαλμανὰ τὸν Γεδεὼν ἐδαφίσαι μητέρα ἐπὶ τέκνοις. ἀλλ’ οἶμαι κρεῖττον, καὶ τὴν ἀπὸ τοῦ πρέποντος ἐπικουρίαν ἔχον εἴη ἂν οὐχὶ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ἕτερον. ὥσπερ γὰρ κα’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν προσκέκλιτο τοῖς Βααλεὶμ ὁ Ἰσραὴλ ἠδαφίσθη παρ’ αὐτοῖς τὰ τέκνα μητράσιν ὁμοῦ διὰ χειρὸς ἀλλοφύλων, οὕτω καὶ νῦν ἀπονεύσαντος εἰς εἰδωλολατρείαν τοῦ Ἐφραῒμ, ἐδαφισθήσονται πάλιν διὰ βαρβάρων, τουτέστι τῶν Ἀσσυρίων, ὁμοῦ ταῖς τεκούσαις τὰ γεγεννημένα. οἶμαι δὴ οὖν ὅτι τὸ πιθανὸν ὁ λόγος, καὶ τὴν ὁμοιότητα τὴν ὡς ἐξ εἰκόνος τῆς ἀρχαίας, ἐπὶ τὰ νεώτερα διασώσει μᾶλλον, εἰ τῇδε νοοῖτο τῶν προκειμένων ἡ δύναμις.