Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 83
Not analysed yet
Εφην, ὅτι καταστρατεύσας ὁ Ἀσσύριος τὴν ὑπὸ χεῖρα πληθὺν, καὶ πᾶσαν ἐξαναστήσας τὴν Σαμάρειαν, τάς τε πόλεις αὐτὰς καὶ τοὺς ναοὺς ἐμπρήσας, πεπολιόρκηκε μετὰ τοῦτο τὴν Ἱερουσαλὴμ, εἷλε δὲ οὐδαμῶς, Θεοῦ προασπίζοντος· ἀνῄρηνται γὰρ δι’ ἀγγέλου ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες. τοῦτό τοι, καθάπερ ἐγᾦμαι, προαπαγγέλλει νυνὶ λέγων ἐνισχύσει αὐτῷ Ἰσκώβ. αὐτῷ δὴ τίνι; ἢ δῆλον, ὅτι τῷ πολιορκήσειν μέλλοντι Ῥαψάκῃ; κέκληκε δὲ Ἰακὼβ τοὺς ἐξ αἵματος Ἰακὼβ, Ἰούδαν τε φημὶ καὶ Βενιαμίν. ἴοι δ’ ἂν εἴπερ ἕλοιτό τις καὶ κατὰ παντὸς τοῦ Ἰσραὴλ ἡ λέξις.