Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 84
Not analysed yet
Ἔοικε δὲ πάλιν τῆς προφητείας ὁ νοῦς εἰς ἀνάμνησιν ἡμᾶς ἀναφέρειν ἀρχαιοτέρου πράγματος, μονονουχὶ πληροῦντος Θεοῦ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν θεσπέσιον Ἰακώβ. ἐπειδὴ γὰρ ὡς ἄνθρωπος μετ’ αὐτοῦ πεπάλαικεν ἐν νυκτὶ, πέραν τοῦ χειμάρρου Ἰαβὸκ, εἶτα γεγονότος τε ὄρθρου λοιπὸν, καὶ διαυγαζούσης ἡμέρας, ὁ μὲν Θεὸς ἀπαίρειν ἤθελε λέγων “Ἀπόλυσόν με, ἀνέβη γὰρ ὁ ὄρθρος,” ὁ δὲ οὐκ ἀνήσειν ἔφασκεν, εἰ μὴ αὐτὸν εὐλογήσειεν, ἤκουε δὴ τότε “Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων “δυνατός.” τοῦτό που τάχα πρὸς τὸ παρὸν ὁ τῆς προφητείας ἡμῖν ὑποσημαίνει λόγος, ἐναργέστατα τιθεὶς τὸ ἐνισχύσει αὐτῷ Ἰακώβ. ἄθρει δὲ τῆς ἐπαγγελίας τὸ ἀκριβές· οὐ γὰρ ὅτι κατισχύσει τῶν Ἀσσυρίων ὁ Ἰακὼβ, ἀλλ’ ἐνισχύσει, φησίν· ἐν Θεῷ γὰρ ἴσχυσεν, οὐ δι’ ἑαυτόν.